Thursday, July 17, 2014

A simplified Thrax

I've been working on a little Greek piece at the moment that is taking Dionysius Thrax's little Art of Grammar, and cross-breeding a little with Donatus' Ars Grammatica, with a gene-splice of modern takes on ancient Greek, to produce a very short grammar summary in Greek. You can download the whole thing right now, right here. Here's the section on the verb for your reading pleasure:



(Δ δύναται ὁ διδάσκαλος, Μ δὲ μαθηθής)

περὶ ῥήματος


Δ· τί ἐστι ῥῆμα;
Μ· ῥῆμά ἐστι μέρος τοῦ λογου ἢ λέξις ἄπτωτος, ἐπιδεκτικὴ χρόνων τε καὶ προσώπων καὶ ἀριθμῶν, ὄψεων καὶ διαθέσεων.
Δ· τίνες εἰσὶ αἱ ἐγκλίσεις τοῦ ῥήματος;
Μ· αἱ ἐγκλίσεις τοῦ ῥήματός εἰσι πεντέ, ὁριστική, προστακτική, εὐκτική, ὑποτακτική, ἀπαρέμφατος.
 Δ· πόσαι διαθέσεις;
Μ· δύο, ἢ κατὰ τοὺς πάλαι γραμματικοὺς τρεῖς.
Δ· τίνες;
Μ· ἡ κοινὴ διάθεησις, οἷον λέγω, ἡ δὲ ἑαυτικὴ διάθεσις, οἷον δὲ λέγομαι.
Δ· καὶ κατὰ τοὺς πάλαι γραμματικοὺς;
Μ· ἐνέργεια, πάθος, μεσότης· ἐνέργεια μὲν οἷον τύπτω, πάθος δὲ οἷον τύπτομαι, μεσότης δὲ ἡ ποτὲ μὲν ἐνέργειαν ποτὲ δὲ πάθος παριστᾶσα, οἷον πέπηγα, διέφθορα, ἐποιησάμην, ἐγραψάμην.
Δ· πόσοι ἀριθμοί;
Μ· τρεῖς.
Δ· τίνες;
Μ· ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν οἷον τύπτω, δυϊκὸς δὲ οἷον τύπτετον, πληθυντικὸς δὲ οἷον τύπτομεν.
Δ· ποσοὶ χρόνοι;
Μ· τρεῖς μὲν χρόνοι τοῦ ἔργου, ἕξ δὲ χρόνοι τοῦ ῥήματος.
Δ· χρόνοι τοῦ ἔργου τίνες;
Μ· ἐνεστώς, παρεληλύθώς, μέλλων.
Δ· καὶ τίνες χρόνοι τοῦ ῥήματος;
Μ· ἐνεστώς, παρατατικός, ἀόριστος, παρακείμενος, ὑπερσυντέλικος, καὶ μέλλων.
Δ· πόσαι ὄψεις;
Μ: τρεῖς, ὡς οἱ πλείονες νομίζουσιν
Δ· τίνες;
Μ: παρατατική ἢ παράτασις, οἷον ὁ χρόνος ἐνεσώς καὶ παρατατικός, παρακειμένη ἢ συντελική, οἷον δὲ ὁ ἀόριστος χρόνος, καὶ στατική, οἷον δὲ παρακείμενος καὶ ὑπερσυντέλικος.
Δ· τίς ὄψις ἐστὶ ὁ μέλλων χρόνος;
Μ· ἄλλοι μὲν παρακειμένη, ἄλλοι δε παρατατική, ἄλλοι δὲ ἀοριστική
Δ· πόσα πρώσοπα;
Μ· τρία
Δ· τίνα

Μ· πρῶτον, δεύτερον, τρίτον· πρῶτον μὲν ἀφ᾽ οὗ ὁ λόγος, δεύτερον δὲ πρὸς ὃν ὁ λόγος, τρίτον δὲ περὶ οὗ ὁ λόγος.

No comments: