Wednesday, May 28, 2014

Greek Ørberg, Chapter 10 excerpt

Those keeping track of the Ørberg project will be pleased to hear I have resumed for the summer. Here's a snippet from chapter 10. Corrections, as always, welcome.

ὁ Στέφανος ἐρωτᾷ· πόσα ἐστὶ ᾠά ἐν τῇ καλιᾷ;

ὁ Φίλιππος· οὐδὲν ᾠόν, ἀλλὰ τέτταρες νεοσσοί.

ἡ καλιά ὲν μικρῷ κλάδῳ ἐστίν. ὁ κλάδος ὃς τὴν καλιὰν ἀνάχει οὐ παχύς, ἀλλὰ λεπτός ἐστιν. ὁ λεπτὸς κλάδος τὸν Φίλιππον ἀνέχειν οὐ δύναται, ὁ γὰρ παῖς παχύς ἐστιν. ἰδοὺ ὁ κλάδος μετὰ τοῦ παίδου καὶ τῆς καλιᾶς καὶ τῶν νεοσσῶν πρὸς τὴν γῆν πίπτει!

ὁ Στέφανος τὸν Φίλιππον πρὸς τὴν γῆν πίπτειν ὁρᾷ. ἆρα γελᾷ ὁ Στέφανος; οὐ γελᾷ. ὁ γὰρ Στέφανος κατάφοβός ἐστιν. ἄρτι ὁ Φίλιππος καὶ οἱ νεοσσοὶ τέτταρες ὑπὸ τὸ δένδρον κεῖνται. οὔτε ὁ παῖς οὔτε οἱ νεοσσοὶ κινοῦνται. οἱ νεοσσοὶ νεκροὶ εἰσίν. ἆρα ὁ Φίλιππος νεκρός ἐστι; οὐκ ἔστιν. ὁ γὰρ Φίλιππος πνεῖ. ὃς πνεῖ, νεκρὸς εἶναι οὐ δύναται. ἀλλὰ ὁ Στέφανος αὐτὸν πνεῖν οὐχ ὁρᾷ, οὐδὲ τὸ πνεῦμα ὁράσθαι δύναται.


τί ποιεῖ ὁ Στέφανος; ὁ Στέφανος ὁ κατάφοβος πρὸς τὸν οἶκον τρέχει καὶ μεγάλῃ φωνῇ βοᾷ· ἄγε, ἔρχου, πάτερ!

No comments: